~1939 years ago
1924 years ago
Share

John 18 - Greek New Testament

Gospels    Acts    Epistles    Apocalyptic   

1 ταῦτα εἰπὼν ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

2 ᾔδει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.

3 ὁ οὗν ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.

4 ἰησοῦς οὗν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, τίνα ζητεῖτε;

5 ἀπεκρίθησαν αὐτῶ, ἰησοῦν τὸν ναζωραῖον. λέγει αὐτοῖς, ἐγώ εἰμι. εἱστήκει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.

6 ὡς οὗν εἶπεν αὐτοῖς, ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.

7 πάλιν οὗν ἐπηρώτησεν αὐτούς, τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ἰησοῦν τὸν ναζωραῖον.

8 ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·

9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.

10 σίμων οὗν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῶ δούλῳ μάλχος.

11 εἶπεν οὗν ὁ ἰησοῦς τῶ πέτρῳ, βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;

12 ἡ οὗν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν

13 καὶ ἤγαγον πρὸς ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·

14 ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.

15 ἠκολούθει δὲ τῶ ἰησοῦ σίμων πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῶ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῶ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,

16 ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὗν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῶ καὶ εἰσήγαγεν τὸν πέτρον.

17 λέγει οὗν τῶ πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, οὐκ εἰμί.

18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.

19 ὁ οὗν ἀρχιερεὺς ἠρώτησεν τὸν ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.

20 ἀπεκρίθη αὐτῶ ἰησοῦς, ἐγὼ παρρησίᾳ λελάληκα τῶ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῶ ἱερῶ, ὅπου πάντες οἱ ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῶ ἐλάλησα οὐδέν.

21 τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὖτοι οἴδασιν ἃ εἶπον ἐγώ.

22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῶ ἰησοῦ εἰπών, οὕτως ἀποκρίνῃ τῶ ἀρχιερεῖ;

23 ἀπεκρίθη αὐτῶ ἰησοῦς, εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;

24 ἀπέστειλεν οὗν αὐτὸν ὁ ἅννας δεδεμένον πρὸς καϊάφαν τὸν ἀρχιερέα.

25 ἦν δὲ σίμων πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὗν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, οὐκ εἰμί.

26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὖ ἀπέκοψεν πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῶ κήπῳ μετ᾽ αὐτοῦ;

27 πάλιν οὗν ἠρνήσατο πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

28 ἄγουσιν οὗν τὸν ἰησοῦν ἀπὸ τοῦ καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.

29 ἐξῆλθεν οὗν ὁ πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου;

30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, εἰ μὴ ἦν οὖτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.

31 εἶπεν οὗν αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῶ οἱ ἰουδαῖοι, ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·

32 ἵνα ὁ λόγος τοῦ ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.

33 εἰσῆλθεν οὗν πάλιν εἰς τὸ πραιτώριον ὁ πιλᾶτος καὶ ἐφώνησεν τὸν ἰησοῦν καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων;

34 ἀπεκρίθη ἰησοῦς, ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;

35 ἀπεκρίθη ὁ πιλᾶτος, μήτι ἐγὼ ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;

36 ἀπεκρίθη ἰησοῦς, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἄν], ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.

37 εἶπεν οὗν αὐτῶ ὁ πιλᾶτος, οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ ἰησοῦς, σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.

38 λέγει αὐτῶ ὁ πιλᾶτος, τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῶ αἰτίαν.

39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῶ πάσχα· βούλεσθε οὗν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων;

40 ἐκραύγασαν οὗν πάλιν λέγοντες, μὴ τοῦτον ἀλλὰ τὸν βαραββᾶν. ἦν δὲ ὁ βαραββᾶς λῃστής.

  Chapter  17 Bible Contents Chapter  19  

Other chapters in John1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21

Genres:  Gospels    Acts    Epistles    Apocalyptic   

Or select another Bible translation:

American Standard Version
Bible in Basic English
Darby English Bible
King James Version
Webster's Bible
World English Bible
Young's Literal Translation

Cover image by Freedom Studio / Shutterstock.

Categories Christian
Prepping.com.au Homepage - Australian Prepping Web Magazine

Share This Page

Prepping is the art of preparing for the future. If you liked this page, please share it with others. The more prepared we are collectively, the easier the future will be for each of us individually.